Saturday, December 12, 2009

The Scriptures Say Jesus the Messiah Is True God

Mirror link

Proverbs 8:22: The Lord possessed Me in the beginning of His ways, before He made anything from the beginning.
κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ.

1 Corinthians 1:24: But unto them that are called, both Jews and Greeks, Christ, the power of God and the wisdom of God.
αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησιν, Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν.


Psalm 2:7: The Lord has said to Me: "You are My Son, this day have I begotten You."
διαγγέλλων τὸ πρόσταγμα κυρίου κύριος εἶπεν πρός με υἱός μου εἶ σύ ἐγὼ σήμερον γεγέννηκά σε.

Hebrews 1:5-6: For to which of the angels has He said at any time: "You are My Son, today have I begotten You?" And again: "I will be to Him a Father, and He shall be to Me a Son"? And again, when He brings in the first begotten into the world, He says: "And let all the angels of God adore Him."
τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων, υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε; καὶ πάλιν, ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν; ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ.


Psalm 32:6: By the Word of the Lord the heavens were established; and all the power of them by the Spirit of His mouth.
τῷ λόγῳ τοῦ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.


Psalm 44:7-8: Your throne, O God, is forever and ever: the scepter of Your Kingdom is a scepter of uprightness. You have loved justice, and hated iniquity: therefore God, Your God, has anointed You with the oil of gladness above Your fellows.
ὁ θρόνος σου ὁ θεός εἰς τὸν αἰῶνα τοῦ αἰῶνος ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.

Hebrews 1:8-9: But to the Son: "Your throne, O God, is for ever and ever: a scepter of justice is the scepter of Your Kingdom. You have loved justice and hated iniquity: therefore God, Your God, has anointed You with the oil of gladness above Your fellows."
πρὸς δὲ τὸν υἱόν, ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα [τοῦ αἰῶνος], καὶ ἡ ῥάβδος τῆς εὐθύτητος ῥάβδος τῆς βασιλείας αὐτοῦ. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν: διὰ τοῦτο ἔχρισέν σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.


Psalm 110:1: The LORD said to my Lord: "Sit at My right hand, until I make Your enemies Your footstool."
τῷ Δαυιδ ψαλμός εἶπεν ὁ κύριος τῷ κυρίῳ μου κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.

Matthew 22:41-46: And the Pharisees being gathered together, Jesus asked them, saying: "What think you of Christ? Whose Son is He?" They say to Him: "David's." He says to them: "How then does David in spirit call Him Lord, saying: 'The Lord said to my Lord: 'Sit on My right hand, until I make Your enemies your footstool''? If David then call Him Lord, how is He his Son?" And no man was able to answer Him a word: neither dared any man from that day forth ask Him any more questions.
Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς λέγων: τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστιν; λέγουσιν αὐτῷ: τοῦ Δαυίδ. λέγει αὐτοῖς: πῶς οὖν Δαυὶδ ἐν πνεύματι καλεῖ αὐτὸν κύριον, λέγων: εἶπεν κύριος τῷ κυρίῳ μου: κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποκάτω τῶν ποδῶν σου. εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν; καὶ οὐδεὶς ἐδύνατο ἀποκριθῆναι αὐτῷ λόγον, οὐδὲ ἐτόλμησέν τις ἀπ' ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.


Wisdom 7:25-26: For she is a vapor of the power of God, and a certain pure emanation of the glory of the Almighty God: and therefore no defiled thing comes into her. For she is the brightness of eternal light, and the unspotted mirror of God's majesty, and the image of His goodness.
ἀτμὶς γάρ ἐστιν τῆς τοῦ θεοῦ δυνάμεως καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής διὰ τοῦτο οὐδὲν μεμιαμμένον εἰς αὐτὴν παρεμπίπτει. ἀπαύγασμα γάρ ἐστιν φωτὸς ἀϊδίου καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ.

Hebrew 1:3: Who being the brightness of His glory and the figure of His substance and upholding all things by the word of His power, making purgation of sins, sits on the right hand of the majesty on high.
ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς.


Wisdom 9:9: And Your wisdom with You, which knows your works, which then also was present when You made the world, and knew what was agreeable to Your eyes, and what was right in Your commandments.
καὶ μετὰ σοῦ ἡ σοφία ἡ εἰδυῖα τὰ ἔργα σου καὶ παροῦσα ὅτε ἐποίεις τὸν κόσμον καὶ ἐπισταμένη τί ἀρεστὸν ἐν ὀφθαλμοῖς σου καὶ τί εὐθὲς ἐν ἐντολαῖς σου.


Sirach 24:5,14: I came out of the mouth of the most High, the firstborn before all creatures. ... From the beginning, and before the world, was I created, and unto the world to come I shall not cease to be, and in the holy dwelling place I have ministered before Him.
ἐγὼ ἀπὸ στόματος ὑψίστου ἐξῆλθον ... πρὸ τοῦ αἰῶνος ἀπ' ἀρχῆς ἔκτισέν με καὶ ἕως αἰῶνος οὐ μὴ ἐκλίπω ἐν σκηνῇ ἁγίᾳ ἐνώπιον αὐτοῦ ἐλειτούργησα.


Isaiah 7:14: Therefore the Lord Himself shall give you a sign. Behold a virgin shall conceive and bear a son, and His Name shall be called Emmanuel.
διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Εμμανουηλ.

Matthew 1:22-23: Now all this was done that it might be fulfilled which the Lord spoke by the prophet, saying: "Behold a virgin shall be with child, and bring forth a son, and they shall call His Name Emmanuel," which being interpreted is "God with us."
τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος, ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστιν μεθερμηνευόμενον μεθ' ἡμῶν ὁ θεός.


Isaiah 9:6: For a child is born to us, and a Son is given to us, and the government is upon His shoulder: and His Name shall be called Wonderful, Counselor, God the Mighty, the Father of the world to come, the Prince of Peace.
ὅτι παιδίον ἐγεννήθη ἡμῖν υἱὸς καὶ ἐδόθη ἡμῖν οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος ἐγὼ γὰρ ἄξω εἰρήνην ἐπὶ τοὺς ἄρχοντας εἰρήνην καὶ ὑγίειαν αὐτῷ.


Isaiah 35:4: Say to the fainthearted: "Take courage, and fear not: behold your God will bring the revenge of recompense: God Himself will come and will save you."
παρακαλέσατε οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ ἰσχύσατε μὴ φοβεῖσθε ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσιν καὶ ἀνταποδώσει αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς.


Isaiah 40:3,9-10: The voice of one crying in the desert: "Prepare the way of the Lord, make straight in the wilderness the paths of our God." ... Get you up upon a high mountain, you that bring good tidings to Zion: lift up your voice with strength, you that bring good tidings to Jerusalem: lift it up, fear not. Say to the cities of Judah: "Behold your God: Behold the Lord God shall come with strength, and His arm shall rule: Behold His reward is with Him and His work is before Him."
φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ ἑτοιμάσατε τὴν ὁδὸν κυρίου εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ θεοῦ ἡμῶν ... ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιων ὕψωσον τῇ ἰσχύι τὴν φωνήν σου ὁ εὐαγγελιζόμενος Ιερουσαλημ ὑψώσατε μὴ φοβεῖσθε εἰπὸν ταῖς πόλεσιν Ιουδα ἰδοὺ ὁ θεὸς ὑμῶν. ἰδοὺ κύριος μετὰ ἰσχύος ἔρχεται καὶ ὁ βραχίων μετὰ κυριείας ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ' αὐτοῦ καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ.

Mark 1:1-3: The beginning of the Gospel of Jesus Christ, the Son of God. As it is written in Isaiah the prophet: "Behold I send My angel before Your face, who shall prepare the way before You. A voice of one crying in the desert: 'Prepare the way of the Lord; make straight His paths.'"
Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ, καθὼς γέγραπται ἐν τῷ Ἠσαΐᾳ τῷ προφήτῃ: ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου: φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ: ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.


Isaiah 52:7,10,12: How beautiful upon the mountains are the feet of Him that brings good tidings, and that preaches peace: of Him that shows forth good, that preaches salvation, that says to Zion: Your God shall reign! ... The Lord has prepared His holy arm in the sight of all the Gentiles: and all the ends of the earth shall see the salvation of our God. ... For you shall not go out in a tumult, neither shall you make haste by flight: for the Lord will go before you, and the God of Israel will gather you together.
ὡς ὥρα ἐπὶ τῶν ὀρέων ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης ὡς εὐαγγελιζόμενος ἀγαθά ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου λέγων Σιων βασιλεύσει σου ὁ θεός. ... καὶ ἀποκαλύψει κύριος τὸν βραχίονα αὐτοῦ τὸν ἅγιον ἐνώπιον πάντων τῶν ἐθνῶν καὶ ὄψονται πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ. ... ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε οὐδὲ φυγῇ πορεύσεσθε πορεύσεται γὰρ πρότερος ὑμῶν κύριος καὶ ὁ ἐπισυνάγων ὑμᾶς κύριος ὁ θεὸς Ισραηλ.


Isaiah 54:5: For He that made you shall rule over you, the Lord of hosts is His Name: and your Redeemer, the Holy One of Israel, shall be called the God of all the earth.
ὅτι κύριος ὁ ποιῶν σε κύριος σαβαωθ ὄνομα αὐτῷ καὶ ὁ ῥυσάμενός σε αὐτὸς θεὸς Ισραηλ πάσῃ τῇ γῇ κληθήσεται.


Jeremiah 23:6: In those days shall Judah be saved, and Israel shall dwell confidently: and this is the Name that they shall call Him: The Lord our just one.
ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται Ιουδας καὶ Ισραηλ κατασκηνώσει πεποιθώς καὶ τοῦτο τὸ ὄνομα αὐτοῦ ὃ καλέσει αὐτὸν κύριος Ιωσεδεκ.


Jeremiah 33:16: In those days shall Judah be saved, and Jerusalem shall dwell securely: and this is the Name that they shall call Him, The Lord our just one.

Micah 5:1-2: And you, Bethlehem Ephrata, are a little one among the thousands of Judah, out of you shall He come forth unto Me that is to be the ruler in Israel: and His going forth is from the beginning, from the days of eternity. Therefore will He give them up even till the time wherein she that travails shall bring forth: and the remnant of His brethren shall be converted to the children of Israel.
αὶ σύ Βηθλεεμ οἶκος τοῦ Εφραθα ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ιουδα ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ισραηλ καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. διὰ τοῦτο δώσει αὐτοὺς ἕως καιροῦ τικτούσης τέξεται καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς Ισραηλ.

Matthew 2:4-6: And assembling together all the chief priests and the scribes of the people, he inquired of them where Christ should be born. But they said to him: "In Bethlehem of Judah. For so it is written by the prophet: 'And you, Bethlehem the land of Judah, are not the least among the princes of Judah: for out of you shall come forth the captain that shall rule My people Israel.'"
καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ' αὐτῶν ποῦ ὁ Χριστὸς γεννᾶται. οἱ δὲ εἶπαν αὐτῷ, ἐν Βηθλέεμ τῆς Ἰουδαίας: οὕτως γὰρ γέγραπται διὰ τοῦ προφήτου: καὶ σύ, Βηθλέεμ γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα: ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ.


Matthew 2:1-2,11: When Jesus therefore was born in Bethlehem of Judah, in the days of King Herod, behold, there came wise men from the East to Jerusalem, saying: "Where is He that is born King of the Jews? For we have seen His star in the East, and are come to adore Him." … And entering into the house, they found the child with Mary His mother, and falling down they adored Him: and opening their treasures, they offered Him gifts: gold, frankincense, and myrrh.
Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλέεμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα λέγοντες, ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν.


Malachi 3:1: Behold I send My angel, and he shall prepare the way before My face. And presently the Lord, Whom you seek, and the angel of the testament, whom you desire, shall come to His temple. Behold, He comes, says the Lord of hosts.
ἰδοὺ ἐγὼ ἐξαποστέλλω τὸν ἄγγελόν μου καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν ἑαυτοῦ κύριος ὃν ὑμεῖς ζητεῖτε καὶ ὁ ἄγγελος τῆς διαθήκης ὃν ὑμεῖς θέλετε ἰδοὺ ἔρχεται λέγει κύριος παντοκράτωρ.

Matthew 11:10: For this is He of Whom it is written: "Behold I send My angel before Your face, who shall prepare Your way before You."
οὗτός ἐστιν περὶ οὗ γέγραπται: ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.


Matthew 14:33: And they that were in the boat came and adored Him, saying: "Indeed You are the Son of God."
οἱ δὲ ἐν τῷ πλοίῳ προσεκύνησαν αὐτῷ λέγοντες: "ἀληθῶς θεοῦ υἱὸς εἶ."


John 1:1-3: In the beginning was the Word: and the Word was with God: and the Word was God. The same was in the beginning with God. All things were made by Him: and without Him was made nothing that was made.
Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν.

John 20:28,31: Thomas answered and said to Him: "My Lord and my God!" … But these are written, that you may believe that Jesus is the Christ, the Son of God: and that believing, you may have life in His Name.
ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ: ὁ κύριός μου καὶ ὁ θεός μου. … ταῦτα δὲ γέγραπται ἵνα πιστεύητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.


Acts 20:28: Take heed to yourselves and to the whole flock, wherein the Holy Ghost hath placed you bishops, to rule the Church of God which He hath purchased with His own Blood.
προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ αἵματος τοῦ ἰδίου.


Romans 9:5: Whose are the fathers and of whom is Christ, according to the flesh, Who is over all things, God blessed forever.
ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα: ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν.


Phil 2:5-11: For let this mind be in you, which was also in Christ Jesus: Who being in the form of God, thought it not robbery to be equal with God: But emptied Himself, taking the form of a servant, being made in the likeness of men, and in habit found as a man. He humbled Himself, becoming obedient unto death, even to the death of the Cross. For which cause, God also hath exalted Him and hath given Him a Name which is above all names: That in the Name of Jesus every knee should bow, of those that are in Heaven, on earth, and under the earth: And that every tongue should confess that the Lord Jesus Christ is in the glory of God the Father.
τοῦτο φρονεῖτε ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλὰ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος: καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός.


Colossians 1:15-17: Who is the Image of the invisible God, the firstborn of every creature: For in Him were all things created in Heaven and on earth, visible and invisible, whether thrones, or dominations, or principalities, or powers. All things were created by Him and in Him. And He is before all: and by Him all things consist.
ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι: τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν.


Col 2:2-3,6,8-10: That their hearts may be comforted, being instructed in charity and unto all riches of fullness of understanding, unto the knowledge of the mystery of God the Father and of Christ Jesus: In Whom are hid all the treasures of wisdom and knowledge. … As therefore you have received Jesus Christ the Lord, walk ye in Him… Beware lest any man cheat you by philosophy and vain deceit: according to the tradition of men according to the elements of the world and not according to Christ. For in Him dwelleth all the fullness of the Godhead corporeally. And you are filled in Him, Who is the head of all principality and power.
ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν, συμβιβασθέντες ἐν ἀγάπῃ καὶ εἰς πᾶν πλοῦτος τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ θεοῦ, Χριστοῦ, ἐν ᾧ εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι. ... Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν κύριον, ἐν αὐτῷ περιπατεῖτε ... βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν, ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας.


2 Peter 1:1-4: Simon Peter, servant and Apostle of Jesus Christ: to them that have obtained equal faith with us in the justice of our God and Savior Jesus Christ. Grace to you and peace be accomplished in the knowledge of God and of Christ Jesus our Lord. As all things of His divine power which appertain to life and godliness are given us through the knowledge of Him Who hath called us by His own proper glory and virtue. By Whom He hath given us most great and precious promises: that by these you may be made partakers of the divine nature: flying the corruption of that concupiscence which is in the world.
Σίμων Πέτρος δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ τοῖς ἰσότιμον ἡμῖν λαχοῦσιν πίστιν ἐν δικαιοσύνῃ τοῦ θεοῦ ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ θεοῦ καὶ Ἰησοῦ τοῦ κυρίου ἡμῶν. Ὡς πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς διὰ δόξης καὶ ἀρετῆς, δι' ὧν τὰ τίμια καὶ μέγιστα ἡμῖν ἐπαγγέλματα δεδώρηται, ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως, ἀποφυγόντες τῆς ἐν τῷ κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς.


1 John 5:20: And we know that the Son of God has come. And He has given us understanding that we may know the true God and may be in His true Son. This is the true God and life eternal.
οἴδαμεν δὲ ὅτι ὁ υἱὸς τοῦ θεοῦ ἥκει, καὶ δέδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκομεν τὸν ἀληθινόν: καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ ζωὴ αἰώνιος.

Revelation 19:13,15-16: And He was clothed with a garment sprinkled with Blood. And His Name is called: THE WORD OF GOD. … And He shall rule them with a rod of iron: and He treadeth the winepress of the fierceness of the wrath of God the Almighty. And He hath on His garment and on His thigh written: KING OF KINGS AND LORD OF LORDS.
καὶ περιβεβλημένος ἱμάτιον ῤεραντισμένον αἵματι, καὶ κέκληται τὸ ὄνομα αὐτοῦ ὁ λόγος τοῦ θεοῦ. καὶ τὰ στρατεύματα τὰ ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐφ' ἵπποις λευκοῖς, ἐνδεδυμένοι βύσσινον λευκὸν καθαρόν. καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ῥομφαία ὀξεῖα, ἵνα ἐν αὐτῇ πατάξῃ τὰ ἔθνη, καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ: καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ θεοῦ τοῦ παντοκράτορος. καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον: ΒΑΣΙΛΕΥΣ ΒΑΣΙΛΕΩΝ ΚΑΙ ΚΥΡΙΟΣ ΚΥΡΙΩΝ.

No comments: